Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.321 Joseph. AJ 2.326 (English) >>Joseph. AJ 2.331

2.324καταλαβόντες δὲ τοὺς Ἑβραίους οἱ Αἰγύπτιοι εἰς μάχην παρεσκευάζοντο καὶ συνελαύνουσιν αὐτοὺς ὑπὸ πολυχειρίας εἰς ὀλίγον χωρίον· ἑξακόσια γὰρ αὐτοῖς ἅρματα εἵπετο σὺν ἱππεῦσι πεντακισμυρίοις καὶ ὁπλιτῶν μυριάδες ἦσαν εἴκοσι. τὰς δὲ ὁδοὺς ἀπεφράγνυσαν, αἷς φεύξεσθαι τοὺς Ἑβραίους ὑπελάμβανον, μεταξὺ κρημνῶν αὐτοὺς ἀπροσβάτων καὶ τῆς θαλάττης ἀπολαμβάνοντες· 2.325τελευτᾷ γὰρ εἰς αὐτὴν ὄρος ὑπὸ τραχύτητος ὁδῶν ἄπορον καὶ φυγῆς ἀπολαμβανόμενον. τοιγαροῦν ἐν τῇ εἰσβολῇ τῇ πρὸς θάλατταν τοῦ ὄρους τοὺς Ἑβραίους ἀπέφραττον τῷ στρατοπέδῳ κατὰ στόμα τοῦτο ἱδρυσάμενοι, ὅπως τὴν εἰς τὸ πεδίον ἔξοδον ὦσιν αὐτοὺς ἀφῃρημένοι. 2.326

Μήτʼ οὖν ὑπομένειν πολιορκουμένων τρόπῳ διὰ τὴν ἔνδειαν τῶν ἐπιτηδείων δυνάμενοι μήτε φυγῆς εὐπορίαν ὁρῶντες, ὅπλων τε σπανίζοντες εἰ καὶ μάχεσθαι δόξειεν αὐτοῖς, ἐν ἐλπίδι τοῦ πάντως ἀπολεῖσθαι καθειστήκεσαν, εἰ μὴ παραδώσουσιν ἑαυτοὺς τοῖς Αἰγυπτίοις ἐθελουσίους. 2.327καὶ τὸν Μωυσῆν ᾐτιῶντο πάντων ἐπιλελησμένοι τῶν ἐκ θεοῦ πρὸς τὴν ἐλευθερίαν αὐτοῖς σημείων γεγονότων, ὡς καὶ τὸν προφήτην παρορμῶντα καὶ τὴν σωτηρίαν αὐτοῖς ἐπαγγελλόμενον ὑπὸ ἀπιστίας λίθοις ἐθελῆσαι βαλεῖν παραδιδόναι τε σφᾶς τοῖς Αἰγυπτίοις διεγνωκέναι. 2.328πένθος τε ἦν καὶ ὀδυρμοὶ γυναικῶν καὶ παίδων πρὸ ὀφθαλμῶν ἐχόντων τὸν ὄλεθρον ὄρεσι καὶ θαλάττῃ περικεκλεισμένων καὶ πολεμίοις καὶ φυγὴν οὐδαμόθεν ἐκ τούτων ἐπινοούντων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 2.321 Joseph. AJ 2.326 (English) >>Joseph. AJ 2.331

Powered by PhiloLogic